Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.12 Dem. 25.14 (English) >>Dem. 25.17

25.13πάνυ δʼ, ἄνδρες Ἀθηναῖοι, μετὰ πάσης οἰκειότητος ἐρῶ τἀληθῆ πρὸς ὑμᾶς. ἐγὼ γὰρ ἐν ταῖς ἐκκλησίαις ὁρῶν ὑμᾶς κατατάττοντάς με καὶ προχειριζομένους ἐπὶ τὴν τούτου κατηγορίαν, ἠχθόμην καὶ μὰ τὸν Δία καὶ πάντας θεοὺς οὐκ ἐβουλόμην. οὐ γὰρ ἠγνόουν ὅτι ποιήσας τι τοιοῦτον παρʼ ὑμῖν καὶ παθὼν ἀπέρχεται. εἰ δὲ μὴ τηλικοῦτον ὥστʼ εὐθὺς αἰσθέσθαι, ἀλλʼ ἐὰν πολλὰ τοιαῦτα ποιῇ καὶ μὴ παύηται, ταχὺ γνώσεται. ὅμως δʼ ἀναγκαῖον ἡγούμην εἶναι πείθεσθαι τοῖς ὑμετέροις βουλήμασιν. 25.14τὰ μὲν οὖν περὶ τῆς ἐνδείξεως καὶ τῶν νόμων δίκαια αὐτόν, ὅπερ πεποίηκεν, Λυκοῦργον ἐρεῖν ἡγούμην, καὶ τοὺς μάρτυρας τῆς πονηρίας τῆς τούτου τοῦτον ἑώρων προσκαλούμενον· δὲ καὶ λογίζεσθαι τοὺς ὑπὲρ πόλεως καὶ νόμων βουλευομένους προσήκει καὶ σκοπεῖσθαι δεῖ, ταῦτα προῃρούμην εἰπεῖν, καὶ νῦν ἐπὶ ταῦτα πορεύσομαι. δότε δʼ, ἄνδρες Ἀθηναῖοι, δότε καὶ συγχωρήσατε μοι πρὸς Διός, ὡς πέφυκα καὶ προῄρημαι, περὶ τούτων διαλεχθῆναι πρὸς ὑμᾶς· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην.

25.15ἅπας τῶν ἀνθρώπων βίος, ἄνδρες Ἀθηναῖοι, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται. τούτων δʼ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατʼ ἄνδρʼ ἴδιον τοῦ ἔχοντος, οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ πᾶσιν. μὲν οὖν φύσις, ἂν πονηρά, πολλάκις φαῦλα βούλεται· διόπερ τοὺς τοιούτους ἐξαμαρτάνοντας εὑρήσετε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.12 Dem. 25.14 (English) >>Dem. 25.17

Powered by PhiloLogic